Ἐκ τοῦ κατά Ματθαῖον.
Κεφ. 3: 1-6
Τῷ
καιρῷ ἐκείνῳ, παραγίνεται ᾿Ιωάννης ὁ Βαπτιστὴς, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς ᾿Ιουδαίας, καὶ λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία
τῶν οὐρανῶν. Οὗτος γάρ ἐστιν ὁ ρηθεὶς ὑπὸ ῾Ησαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ
βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
Αὐτὸς δὲ ὁ ᾿Ιωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην
περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον. Τότε ἐξεπορεύετο
πρὸς αὐτὸν ῾Ιεροσόλυμα, καὶ πᾶσα ἡ ᾿Ιουδαία, καὶ πᾶσα ἡ περίχωρος τοῦ ᾿Ιορδάνου·
καὶ ἐβαπτίζοντο ἐν τῷ ᾿Ιορδάνῃ ὑπ᾿ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου