Ἐκ τοῦ κατὰ Ἰωάννην
Κεφ. 12: 24-26, 35-36
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ,
αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει
αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει
αὐτήν. Ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος
ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ Πατήρ. Εἶπεν οὖν τοῖς ὄχλοις
ὁ ᾿Ιησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾿ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε,
ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ, οὐκ οἶδε ποῦ ὑπάγει.
Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου