Εὐαγγέλιον μεθέορτον τῶν Φώτων.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 10: 39-42
Τῷ
καιρῷ ἐκείνῳ, ἐζήτουν οἱ ᾿Ιουδαῖοι πιάσαι τόν ᾿Ιησοῦν, καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς
αὐτῶν. Καὶ ἀπῆλθε πάλιν πέραν τοῦ ᾿Ιορδάνου, εἰς τὸν τόπον ὅπου ἦν ᾿Ιωάννης τὸ
πρῶτον βαπτίζων· καὶ ἔμεινεν ἐκεῖ, καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν, καὶ ἔλεγον· ὅτι
᾿Ιωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν· πάντα δὲ ὅσα εἶπεν ᾿Ιωάννης περί τούτου, ἀληθῆ
ἦν. Καὶ ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὑτόν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου