Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 9:2-9
Τῷ
καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ ᾿Ιησοῦς τὸν Πέτρον καὶ τὸν ᾿Ιάκωβον καὶ τὸν ᾿Ιωάννην,
καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν μόνους· καὶ μετεμορφώθη ἔμπροσθεν
αὐτῶν. Καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα, λευκὰ λίαν ὡς χιών, οἷα γναφεὺς ἐπὶ
τῆς γῆς οὐ δύναται οὕτω λευκᾶναι. Καὶ ὤφθη αὐτοῖς ᾿Ηλίας σὺν Μωσεῖ· καὶ ἦσαν
συλλαλοῦντες τῷ ᾿Ιησοῦ. Καὶ ἀποκριθεὶς ὁ Πέτρος, λέγει τῷ ᾿Ιησοῦ· Ῥαββί, καλόν ἐστιν
ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, σοὶ μίαν, καὶ Μωσεῖ μίαν, καὶ ᾿Ηλίᾳ
μίαν. Οὐ γὰρ ᾔδει τί λαλήσῃ· ἦσαν γὰρ ἔκφοβοι.
Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς· καὶ ἦλθε φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα·
Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε. Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκέτι
οὐδένα εἶδον, ἀλλὰ τὸν ᾿Ιησοῦν μόνον μεθ᾿ ἑαυτῶν. Καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ
ὄρους, διεστείλατο αὐτοῖς, ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ Υἱὸς τοῦ
ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου