Ἡ Σύναξις τοῦ τιμίου, ἐνδόξου, προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ
Ἰωάννου.
Ἐκ τοῦ κατὰ Ἰωάννην
Κεφ. 1: 29-34
Τῷ
καιρῷ ἐκείνῳ, βλέπει ὁ ᾿Ιωάννης τὸν ᾿Ιησοῦν ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει· Ἴδε
ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον·
ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν· κἀγὼ οὐκ ᾔδειν
αὐτόν, ἀλλ᾿ ἵνα φανερωθῇ τῷ ᾿Ισραήλ· διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων.
Καὶ ἐμαρτύρησεν ᾿Ιωάννης, λέγων· ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν
ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾿ αὐτόν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν
ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ᾿
αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ῾Αγίῳ. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι
οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου