Εὐαγγέλιον μεθέορτον τῶν Φώτων.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 20: 1-8
Τῷ
καιρῷ ἐκείνῳ, διδάσκοντος τοῦ ᾿Ιησοῦ τὸν
λαὸν ἐν τῷ Ἱερῷ, καὶ εὐαγγελιζομένου, ἐπέστησαν οἱ Ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς
σὺν τοῖς Πρεσβυτέροις, καὶ εἶπον πρὸς αὐτὸν, λέγοντες· Εἰπὲ ἡμῖν, ἐν ποίᾳ ἐξουσίᾳ
ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; Ἀποκριθεὶς δὲ εἶπε πρὸς
αὐτούς· Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι· Τὸ βάπτισμα ᾿Ιωάννου ἐξ οὐρανοῦ
ἦν, ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς, λέγοντες, ὅτι ἐὰν εἴπωμεν,
Ἐξ οὐρανοῦ, ἐρεῖ· Διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων,
πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν ᾿Ιωάννην προφήτην εἶναι. Καὶ
ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. Καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν, ἐν
ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Τῷ Σαββάτῳ μετά τά Φῶτα.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 4: 1-11
Τῷ
καιρῷ ἐκείνῳ, ἀνήχθη ὁ ᾿Ιησοῦς εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος πειρασθῆναι ὑπὸ
τοῦ διαβόλου. Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον
ἐπείνασε. Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν· εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ
λίθοι οὗτοι ἄρτοι γένωνται. Ὁ δὲ ἀποκριθεὶς εἶπε· Γέγραπται· οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ
ζήσεται ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Τότε
παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν Πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ
πτερύγιον τοῦ Ἱεροῦ, καὶ λέγει αὐτῷ· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται
γὰρ· ὅτι τοῖς Ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε
προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἔφη αὐτῷ ὁ ᾿Ιησοῦς· πάλιν γέγραπται· οὐκ ἐκπειράσεις
Κύριον τὸν Θεόν σου. Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν,
καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν, καὶ λέγει
αὐτῷ· ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. Τότε λέγει αὐτῷ ὁ ᾿Ιησοῦς·
Ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ
μόνῳ λατρεύσεις. Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος· καὶ ἰδοὺ Ἄγγελοι προσῆλθον, καὶ
διηκόνουν αὐτῷ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου