Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 12: 8-12
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων,
καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ, ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ. Ὁ δὲ
ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ.
Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ῞Αγιον
Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς,
καὶ τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε, πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε·
τὸ γὰρ ῞Αγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου