Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 8: 3-11
Τῷ
καιρῷ ἐκείνῳ, ἄγουσι τῷ ᾿Ιησοῦ οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι γυναῖκα ἐν μοιχείᾳ
κατειλημμένην, καὶ στήσαντες αὐτὴν ἐν μέσῳ, λέγουσιν αὐτῷ· Διδάσκαλε, αὕτη ἡ
γυνὴ κατείληπται ἐπ᾿ αὐτοφώρῳ μοιχευομένη· καὶ ἐν τῷ νόμῳ ἡμῶν Μωσῆς ἐνετείλατο
τὰς τοιαύτας λιθοβολεῖσθαι. Σὺ οὖν τί λέγεις; Τοῦτο δὲ εἶπον ἐκπειράζοντες αὐτόν,
ἵνα σχῶσι κατηγορίαν κατ᾿ αὐτοῦ. Ὁ δὲ ᾿Ιησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς
τὴν γῆν. Ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνέκυψε καὶ εἶπεν αὐτοῖς· Ὁ ἀναμάρτητος
ὑμῶν πρῶτος βαλέτω λίθον ἐπ᾿ αὐτήν. Καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. Οἱ
δὲ ἀκούσαντες, ἐξήρχοντο εἷς καθ᾿ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων, ἔως τῶν ἐσχάτων·
καὶ κατελείφθη μόνος ὁ ᾿Ιησοῦς καὶ ἡ γυνὴ ἐν μέσῳ ἑστῶσα. Ἀνακύψας δὲ ὁ ᾿Ιησοῦς,
καὶ μηδένα θεασάμενος πλήν τῆς γυναικός, εἶπεν αὐτῇ· Γύναι, ποῦ εἰσιν ἐκεῖνοι οἱ
κατήγοροί σου; οὐδείς σε κατέκρινεν; Ἡ δὲ εἶπεν· Οὐδείς, Κύριε. Εἶπε δὲ αὐτῇ ὁ ᾿Ιησοῦς·
Οὐδέ ἐγώ σε κατακρίνω· πορεύου καὶ ἀπὸ τοῦ νῦν μηκέτι ἁμάρτανε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου