Ἡ σύναξις τῶν ἁγίων ἑβδομήκοντα Ἀποστόλων.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 1: 18-28
Θεὸν
οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο.
Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ ᾿Ιωάννου, ὅτε ἀπέστειλαν οἱ ᾿Ιουδαῖοι ἐξ ῾Ιεροσολύμων
Ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ; Καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο·
καὶ ὡμολόγησεν ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. Καὶ ἠρώτησαν αὐτόν· Τί οὖν; ᾿Ηλίας εἶ
σύ; Καὶ λέγει· Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη· Οὔ. Εἶπον οὖν αὐτῷ· Τίς
εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; Ἔφη· Ἐγὼ,
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν ῾Ησαΐας ὁ Προφήτης.
Καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων· καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ· Τί
οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς, οὔτε ᾿Ηλίας, οὔτε ὁ Προφήτης; Ἀπεκρίθη αὐτοῖς
ὁ ᾿Ιωάννης λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε·
αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν· οὗ ἐγὼ οὐκ εἰμὶ ἀξιος
ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ ᾿Ιορδάνου,
ὅπου ἦν ᾿Ιωάννης βαπτίζων.
Ἕτερον
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 10: 1-15
Τῷ
καιρῷ ἐκείνῳ, ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα Μαθητάς, καὶ ἀπέστειλεν
αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ, εἰς πᾶσαν πόλιν καὶ τόπον, οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι.
Ἔλεγεν οὖν πρὸς αὐτούς· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν
τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Ὑπάγετε· ἰδοὺ,
ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. Μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν,
μηδὲ ὑποδήματα· καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. Εἰς ἣν δ᾿ ἂν οἰκίαν εἰσέρχησθε,
πρῶτον λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ. Καὶ ἐὰν μὲν ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαύσεται
ἐπ᾿ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰδὲ μήγε, ἐφ᾿ ὑμᾶς ἀνακάμψει. Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε,
ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾿ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστι.
Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. Καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται
ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε
αὐτοῖς· Ἢγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέρχησθε, καὶ
μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς, εἴπατε· Καὶ τὸν κονιορτὸν
τὸν κολληθέντα ἡμῖν ἀπὸ τῆς πόλεως ὑμῶν, ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε,
ὅτι ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Λέγω δὲ ὑμῖν, ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ· Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαΐδά·
ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν
σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν. Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν
τῇ κρίσει, ἢ ὑμῖν. Καὶ σύ, Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως Ἅδου
καταβιβασθήσῃ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου