Ἐκ τοῦ κατὰ Ἰωάννην
Κεφ. 14: 21-24
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ὁ ἔχων τὰς ἐντολάς μου, καὶ τηρῶν αὐτάς, ἐκεῖνός
ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου· καὶ ἐγὼ ἀγαπήσω
αὐτὸν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. Λέγει αὐτῷ ᾿Ιούδας, οὐχ ὁ ᾿Ισκαριώτης· Κύριε,
τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν, καὶ οὐχὶ τῷ κόσμῳ; Ἀπεκρίθη ὁ ᾿Ιησοῦς,
καὶ εἶπεν αὐτῷ· Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει· καὶ ὁ Πατήρ μου ἀγαπήσει
αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾿ αὐτῷ ποιήσομεν. Ὁ μὴ ἀγαπῶν
με, τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ
πέμψαντός με Πατρός.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου