Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 9:28-36
Τῷ
καιρῷ ἐκείνῳ, παραλαβάνει ὁ ᾿Ιησοῦς τὸν Πέτρον καὶ ᾿Ιωάννην καὶ ᾿Ιάκωβον καὶ ἀνέβη
εἰς τὸ ὄρος προσεύξασθαι. Καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ
προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. Καὶ ἰδοὺ ἄνδρες
δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωῡσῆς καὶ ᾿Ηλίας, οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον
τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλε πληροῦν ἐν ῾Ιερουσαλήμ. Ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν
βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας
τοὺς συνεστῶτας αὐτῷ. Καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾿ αὐτοῦ εἶπεν ὸ
Πέτρος πρὸς τὸν ᾿Ιησοῦν· ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν
σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωῡσεῖ καὶ μίαν ᾿Ηλίᾳ, μὴ εἰδὼς ὃ λέγει ταῦτα δὲ
αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίασεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν
ἐκείνους εἰς τὴν νεφέλην· καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ
υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε· καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη ὁ ᾿Ιησοῦς
μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν
ἑωράκασιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου